Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ ἰδοὸ ἄγγωλος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτχῷ
- Τὰ ζεύγη τῶν βοῶν ἠροτρία.
- καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·
- καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτάς,
- καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις·
- σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
- ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς
- Ἰώβ
- Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα, καὶ
- τοὺς ποιμένας κατέφαγεν ὁμοίαος·
- σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
- ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς
- Ἰώβ
- ἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς γ',
- καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ήχμαλώτευσαν αὐτάς,
- καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις·
- ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
- ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ
- Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων
- παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ,
- ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ὲτελεύτηησαν· καὶ ἥψατο
- τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας·
- καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· [*](13 ην] εγενετο A | η ημερα] om η U+05D0* (hab U+05D0c.a) | οι υιοι| pr και A | U+05D0Α ωβ] pr του A | om αυτου U+05D0* (hab U+05D0c.a) | επινον] pr ησθιον και U+05D0c.aA 15 αιχμαλωτευσαντες U+05D0 | αυτας] αυτους A | απεκτειναν] επαταξαν A μαχαι- αις] στοματι μαχαιρας A | σωθεις δε] και εσωθην A | ηλθον] pr και A 16 αγγελος] +προς Ιωβ A | προς Ιωβ] αοτω A | ουρανου] +επι ην γην A | κατεκαυσεν] κατεφαγεν A | κατεφαγεν] κατεφλεξεν U+05D0* (κατε- αγ. U+05D0c.a) κατεκαυσεν A | σωθεις δε] και σωθεις U+05D0 και εσωθην A | ηλθον] | π και A 17 ηλθεν...προς Ιωβ] ετερος (τ rescr A¹) αγγελος ερχεται |τρος Ιωβ) και λεγει αυτω A | om προς Ιωβ U+05D0* (hab U+05D0c.a) | κεφαλας] αρχας U+05D0c.aA | γ]ἱ τρεις U+05D0A (τρίς) | απεκτειναν] απωλεσαν U+05D0* (απεκτιναν U+05D0c.a) | μα- αιραις] pr εν U+05D0A | εσωθην δε] και εσωθην A 18 αλλος αγγ. ερχεται] ερχ. τερος αγγ. U+05D0 | λεγων τω Ιωβ| προς Ιωβ λεγων A | τω αδελφω] pr του (sic) ιω σου A 19 επηλθεν] om U+05D0* (hab U+05D0c.a) ηλθεν A | εκ] απο Α | ετελευτησεν U+05D0* ( σαν U+05D01))
- ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
522
[*](B)- οὔτως ἀναστὰς Ἰὼβ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ
- καὶ ἐκείρατο τὴν κόμηυ τῆς κεφαλῆς,
- καὶ πεκὼν χαμαὶ προσεκύνησεν
- καὶ εἶπεν
- Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου·
- γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.
- ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο·
- ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο·
- εἴη τὸ ὄνομα Κυρἰου εὐλογημένον.
- ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ
- οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου,
- καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.
- Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη
- καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι Κυρίου,
- καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν
- παραστῆναι ἐναντίον τοῦ κυρίου.
- καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν σὺ ἔρχῃ;
- τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου
- Διαπορευθεὶς τὴν ὑπʼ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν
- σύμπασαν πάρειμι.
- εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον
- Προσέσχες οὖν τῷ θεράποντί μου Ἰὼβ;
- ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς,
- ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής,
- ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.
- οὐ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέοαι
- ἔτι δὲ ἔχεται ἀκακίας·
- σὺ δὲ εἶπας τὰ ἁπάρχοντα αὐτοῦ κενῆς ἀπολέσαι.
523
- ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ
- Δἐρμα ὑπέρ δέρματος·
- ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπέρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει.