Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- cἵνᾷ πολὺν ζήσῃς χρόνον,
- προστεθῇ δέ σοι ἔτη ζωῆς.
- οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους,
- δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.
- οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν,
- ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.
- πενία ἄνδρα ταπεινοῖ,
- χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.
- aυἱὸς πεπαιδευμένος σοφὸς ἔσται,
- τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.
435
- διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, [*](B)
- ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος.
- εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου,
- στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.
- μνήμη δικαίων μετʼ ἐγκωμίων,
- ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
- σοφὸς καρδίᾳ δέξεται ἐντολάς,
- ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται.
- ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς·
- ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται.
- ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας,
- ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ.
- πηγὴ ζωῆς ἐν χειρὶ δικαίου,
- στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.
- μῖσος ἐγείρει νεῖκος,
- πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία·
- ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.
- σοφοὶ κρύψουσιν αἴσθησιν,
- στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.
- κτῆσις πλουσίων πόλις ὀχυρά,
- συντριβὴ δὲ ἀσεβῶν πενία.
- ἔργα δικαίων ζωὴν ποιεῖ,
- καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας.
- ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία,
- παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.
- καλύπτουσιν ἔχθραν χείλη δίκαια,
- οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.