Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ·
- καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν
- Ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων,
- καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν·
- ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε,
- καὶ ζητήσατε φρόνησιν,
- καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.
- Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν·
- ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
- μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·
- ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.
- δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται·
- γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.
- ἀρχὴ σοφίας φόβος Κυρίου,
- καὶ βουλὴ ἁγίων σύνεσις·
- τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.
- τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,
- καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
- υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·
- ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά.
- aὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους.
- ὁ δʼ αὐτὸς διώξεται ὄρνεα πετόμενα·
- ᵇἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος,
- τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·
434
[*](B)- διαπορεύεται δὲ δἱ ἀνύδρου ἐρήμου
- καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν,
- συνάγει δέ χερσὶν ἀκαρπίαν.
- Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,
- ἣ οὐκ ἐπίσταται αἰσχύνην·
- ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου,
- ἐμφανῶς ἐν πλατείαις
- προσκαλουμένη τοὺς παριόντας
- καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
- Ὅs ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ·
- ἐνδεέσι δέ φρονήσεως παρακελεύομαι λέγουσα
- Ἄρτων κρυφίων ἡδέως ἅψασθε,
- καὶ ὕδατος κλοπῆς γλυκεροῦ.
- ό δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρʼ αὐτῇ ὄλλυνται,
- καὶ ἐπὶ πέτευρον ἅδου συναντᾷ.
- aἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ,
- αηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτὴν·
- οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον·
- ᵇἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου,
- καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίης.