Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν,
- φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.
- ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου,
- καρδία δὲ ἀσεβοῦς ἐκλείψει.
- χείλη δικαίων ἐπίσταται ὑψηλά,
- οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν.
436
[*](B)- εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου·
- αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.
- ἐν γέλωτι ἄφρων πράσσει κακά,
- ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν.
- ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται,
- ἐπιθυμία δὲ δικαίου δεκτή.
- παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής,
- δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα.
- ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν,
- οὕτως παρανομία τοῖς χρωμένοις αὐτὴν.
- φόβος Κυρίου προστίθησιν ἡμέρας,
- ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.
- ἐνχρονίζει δικαίοις εὐφροσύνη,
- ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
- ὀχύρωμα ὁσίου φόβος Κυρίου,
- συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά.
- δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει,
- ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν.
- στόμα δικαίου ἀποστάζει σοφίαν,
- γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
- χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας,
- στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.
- οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία·
- στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.
- ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον,
- πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.
- δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς,
- ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
437
- δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, [*](B)
- τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.
- τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς,
- τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.