Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας
  2. παρακύπτουσα,
  1. ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν,
  1. παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
  2. καὶ λαλοῦντα
  1. ἐν σκότει ἑσπερινῷ,
  1. ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν.
  2. ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοφώδης,
  3. ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
  1. ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος,
  2. ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
  1. χρόνον γὰρ τινα ἔξω ῥέμβεται,
  2. χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.