Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν,
  2. ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ
  1. Θυσία εἰρηνική μοί ἐστιν·
  2. σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·
  1. ἕνεκα τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι,
  2. ποθοῦσα τὸ σὸν πρόσωπον, εὕρηκά σε.
  1. κειρία τέτακα τὴν κλίνην μου,
  2. ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπʼ Αἰγύπτου·
  1. διέρραγκα τὴν κοίτην μου κρόκῳ,
  2. ἐλθὲ καὶ ἀπολαύσωμεν φίλας ἔρωτι. ὄρθρου,
  3. τὸν δὲ οἶκόν μου κινναμώμῳ
  4. δεῦρο καὶ ἐνκυλισθῶμεν ἔρωτι.
  1. οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ,
  2. πεπόρευται δὲ ὁδὸν μακράν,
[*](3 πλατος] πλαθος U+05D0* (πλατ. U+05D0c.a) 4 τη σοφια U+05D0* (την σοφιαν U+05D01(vid) U+05D0A 9 ενσπερινω U+05D0 | νυκτερινη] + η U+05D0Α | γνοφωδης] γνοφος A 10 η 1°] ει U+05D0* (η U+05D01) 13 om δι U+05D0 | ειπεν U+05D0* (προσειπεν U+05D0c.a) 14 ειρηνικοι U+05D0* (-κη U+05D01) 15 υπαντησιν] συναντησιν BᵃᵇU+05D0A | σοι] μου A 16 κειρια Bᵇ (κειρεια B* κιρια U+05D0*)] κιριαις U+05D0c.a κηριοις A 17 διερραγκα Bᵃᵇ (-νκα B*) A] διερρακα U+05D0 | κροκω B*vidU+05D0c.aA] κροκινω B? (ινω sup ras) U+05D0* 18 ορθου U+05D0 | εγκυ- λισθωμεν BᵃᵇA)
430
[*](Β)
  1. ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ,
  2. δἰ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.