Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὀλίγον μέν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δέ νυστάζεις,
- ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·
- εἶτ᾿ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, [*](U+05D0Α)[*](VI 1 εγγυη A | χειρας A 2 τα ιδια χειλη ανδρι A 3 εκ- λυομενος] ειλυομ. B* fort | φιλον σου] σον φιλον U+05D0 | ενεγυησω B* U+05D0A] ενη- γυησω Bᵃᵇ vid 6 ισθι B* U+05D0A¹] ιθι BᵃᵇA* 7 εκεινου U+05D0c.aA | γεωργιου γαρ U+05D0* (γαρ γεωργ. U+05D0c.a) 8 a ως εργατις] ωργατις A 8 b υγειαν U+05D0 (-γιαν B*A)] υγιειαν Bᵃᵇ | προσφερονται] φερονται A 9 υπνου] pr ο U+05D0* (om U+05D01) 11 εμπαραγιν. Bᵇ | om σοι U+05D0)
- καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
427
- ἐὰν δὲ ἄοκνος ᾖς, ἤξει ὥσπερ πηγὴ ὁ ἀμητός σου,
- ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.
- Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·
- ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ. σημαίνει δὲ ποδί
- διδάσκει δέ ἐννεύμασιν δακτύλων·
- διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·
- ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.
- διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ.
- διακοπὴ καὶ συντριβὴ ἀνίατος·
- ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ θεός,
- συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς·
- ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,
- χεῖρες ἐκχέουσαι αἷμα δικαίου,
- καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς,
- καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.
- ἐκκαίει ψευδῆ μάρτυς ἄδικος,
- καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.
- Υἱέ, φύλασσε νόμους πατρός σου,
- καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
- ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός,
- καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
- ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω·
- ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε,
- ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.
- ὅτι λύχνος ἐντολὴ νόμου.
- καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία,
428
[*](B)- τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου
- καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
- μή σε νικήσῃ κάλλους ἐπιθυμία,
- μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς,
- μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.
- τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,
- γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
- ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δέ ἱμάτια οὐ κατακαύσει;
- ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ
- κατακαύσει