Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον·
  2. οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.
  1. οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,
  2. κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·
  1. ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια,
  2. καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν·
  1. ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ
  2. περιποιεῖται,
  1. ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει·
  2. τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.
  1. μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς,
  2. οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως·
  1. οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν,
  2. οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.
  • Υἱέ, φύλασσε ἐμοὺς λόγους,
  • τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ·
    1. aυἱέ, τίμα τὸν κύριον καὶ ἰσχύσεις,
    2. πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.
    1. φύλαξον ἐμὰς ἐντολὰς καὶ βιώσεις,
    2. τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·
    1. περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις,
    2. [*](U+05D0Α)[*](24 διαφυλασσειν BU+05D0c.aA] φυλασσειν | αλοτριας U+05D0 25 συναρ- πασης A 27 om ου U+05D0* (superscr U+05D0¹) 29 αθοωθησεται B*U+05D0A (αθωωθ. Bᵃ?ᵇ) 30 εμπλησει A | την ψυχην] om την U+05D0c.aA | πεινων] πινωσαν Α 32 απωλιαν U+05D0 33 εφξαλιφθησεται U+05D0 (improb φ U+05D0¹) 34 om μεστος... αυτης U+05D0 35 αταλλαξεται U+05D0* (αντ. U+05D0c.a) | διαλυθη] δια A VII 1 υιε] + μου U+05D0* (om U+05D0¹) 2 λογους εμους U+05D0* (εμ. λογ. U+05D0c.a) 3 περιθου] περι U+05D0* (περιθου U+05D0c.a) | om δε 1° A | αυτοις A)
      429
    3. ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
    [*](B)
    1. εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι,
    2. τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ,
    1. ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς,
    2. ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.
    1. ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας
    2. παρακύπτουσα,
    1. ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν,
    1. παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
    2. καὶ λαλοῦντα
    1. ἐν σκότει ἑσπερινῷ,
    1. ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν.
    2. ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοφώδης,
    3. ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
    1. ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος,
    2. ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
    1. χρόνον γὰρ τινα ἔξω ῥέμβεται,
    2. χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.