Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς.
  2. εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·
  1. ἔστω σοι μόνα ὑπάρχοντα.
  2. καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·
  1. ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία,
  2. καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.
  1. ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι,
  2. ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ
  3. ἐν γὰρ τῇ ταύτης φιλίᾳ συνπεριφερόμενος πολλοστὸς ἔσῃ.
  1. μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν.
  2. μηδὲ συνέρχου ἀγκάλαις τῆς μὴ ἰδίας·
  1. ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός,
  2. εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.
  1. παρανομίαι ἄνδρα ἀγρεύουσιν,
  2. σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται
  1. οὗτος τελευτῷ μετὰ ἀπαιδεύτων,
  2. ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερίφη
  3. καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.
[*](10 om μη A | ελθωσιν] εισελθωσιν A 11 μεταμεληθηση (μεταμελεηθ. U+05D0A U+05D0* μεταμεληθ. U+05D0¹)] pr μη A | εσχατων] + σου U+05D0c.a 12 παιδιαν U+05D0A 13 παρεβαλον U+05D0 14 κακω] καιρω U+05D0* (κακω U+05D0¹) + μου A 15 αγγειων] αγιων U+05D0* αγγιων U+05D0c.a A 16 om μη U+05D0?A | υδατα 1⁰] pr τα A 17 μονω U+05D0A 19 ιδια] ηδια U+05D0* (ιδ. U+05D0c.a) pr vid φιλια U+05D0c.a ᵐᵍ (φιλη U+05D0c.a fort) | τη ταυτης] ταυτη τη A | συμπεοιφερομενος Bᵇ 20 ισθι] ησθι A | προς] pr μη U+05D0* (om μη U+05D0?) | συνερχου] συνεχου U+05D0A | της μη ιδιας] ταις μη ιδιαις A 21 πασας τας] σας A | τροχειας B*A (-χιας BᵇU+05D0) | αυτου] αυτους A 22 εκαστος των εαυτου αμ. U+05D0 23 ουτος] ος Α* (ουτος Αa) | δι] δια U+05D0Α)
426
[*](B)
  • Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον,
  • παραδώσεις σὴν χεῖρα ἐχθρῷ.
    1. παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη,
    2. καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.
    1. ποίει, υἱέ, ἃ ἐγὼ σοι ἐντέλλομαι, καὶ σώζου·
    2. ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον·
    3. ἴσθι μὴ ἐκλυόμενος,
    4. παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω.
    1. μὴ δῷς ὕπνον σοῖς ὄμμασιν,
    2. μηδέ ἐπινυστάξῃς σοῖς βλεφάροις.
    1. ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων
    2. καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.
    1. Ἴοθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,
    2. καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ,
    3. καὶ γενοῦ ἐκείνου σοφώτερος·
    1. ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος,
    2. μηδέ τὸν ἀναγκάζοντα ἔχων
    3. μηδὲ ὑπὸ δεσπότην ὤν,
    1. ἑτοιμάζεται θέρους τὴν τροφήν,
    2. πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.
    1. aἢ πορεύθητι πρὸς τὴν μέλισσαν
    2. καὶ μάθε ὡς ἐργάτις ἐστιν,
    3. τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται·
    1. ᵇἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται,
    2. ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·
    1. καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής,
    2. τὴν σοφίαν τιμήσασα προήχθη.
    1. ἕως τίνος, ὀκνηρέ, κατάκεισαι ;
    2. πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ