Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους.
  2. καὶ πληθυνθήσεται ἔτη ζωῆς σου,
  3. ἴνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου.
  1. ὁδοὺς γὰρ σοφίας διδάσκω σε.
  2. ἐμββάζω δέ σε τροχιαῖς ὀρθαῖς.
  1. ἐὰν γὰρ πορεύῃ, οὐ συνκλεισθήσεταί σου τὰ διαβήματα·
  2. ἐὰν δέ τρέχῃς, οὐ κοπιάσεις.
  1. ἐπιλαβοῦ ἐμῆς παιδείας. μὴ ἀφῇς,
  2. ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωὴν σου.
  1. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς,
  2. μηδέ ζηλώσῃς ὁδοὺς παρανόμων·
  1. ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκει.
  2. ἔκκλινον δὲ ἀπʼ αὐτῶν καὶ παράλλαξον.
  1. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν·
  2. ἀφήρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
  1. οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας,
  2. οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
  1. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν,
  2. προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.
  1. αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί,
  2. οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
  1. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε,
  2. τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,
  1. ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,
  2. φύλασσε αὐτὰς ἐν καρδίᾳ·
  1. ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτήν,
  2. καὶ πάσῃ σαρκὶ ἴασις.
  1. πάσῃ φυλακῇ τήρει σὴν καρδίαν·
  2. ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
[*](9 στεφανω] τρεφανω U+05D0* (στ. U+05D0c.a) 10 πληθυνθησεται] + σοι U+05D0c.aA U+05D0A 11 τροχειαις B* (-χιαις BᵇU+05D0A) 12 συγκλεισθησεται BᵃᵇA 13 παι- διας U+05D0A | om αλλα A 15 om τοπω U+05D0* (hab U+05D0c.a) 16 αυτων] pr απ U+05D0c.a A | om και A 18 κατορθωσει A 19 σκοτιναι U+05D0Α | οιδασι U+05D0 20 παραβαλλε A 21 εκλειπωσιν BᵃᵇA λιπωσιν U+05D0* (εκλιπ. U+05D0c.a) | καρδια] pr ση U+05D0c.a A 22 αυτην] αυτας U+05D0A | σαρκι] + αυτον U+05D0c.aA)
424
[*](Β)
  1. περίελε σεαυτοῦ σκολιὸν στόμα,
  2. καὶ ἄδικα χείλη ἀπὸ σοῦ μακρὰν ἄπωσαι.
  1. οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν,
  2. τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
  1. ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν,
  2. καὶ τὰς ὁδοὺς σου κατεύθυνε.
  1. μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά,
  2. ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς.
  1. aὁδοὺς γὰρ τὰς ἐκ δεξῶν οἶδεν ὁ θεός,
  2. διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·
  1. ᵇαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου,
  2. τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.