Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς.
  2. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής,
  1. οὕτως οἱ ἐγκαταλιπόντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν·
  2. οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
  1. ἄνδρες κακοὶ οὐ συνήσουσιν κρίμα,
  2. οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί.
  1. κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς.
  1. φυλάσσει νόμον υἱὸς συνετός,
  2. ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα.
  1. ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ
  2. μῶνπλεονασ
  3. τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
  1. ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου,
  2. καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
  1. ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ
  2. εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται,
  3. οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ
  4. καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
  1. σοφὸς παρʼ ἑαυτῷ ἀνὴρ πλούσιος,
  2. πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.