Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- aκαρδία ἀνόμου ἐκζητεῖ κακά,
- καρδία δὲ εὐθὴς ζητεῖ γνῶσιν.
- ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων,
- οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
- Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου,
- καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
- ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς,
- οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
- ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν,
- καὶ σύναγε χόρτον ὀρινόν, 26ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·
- τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες.
- υἱέ, παρʼ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου
- καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.
474
[*](B)- δι᾿ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, [*](¶C)
- ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.¶