Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα,
- ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.
- ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται,
- ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.
- μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν,
- ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
- λέων πεινῶν καὶ λύκος διψῶν
- ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ.
- βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, [*](U+05D0AC)[*](XXVIII 2 δι] δια AC | κρισις U+05D0 4 εγκαταλειποντες A | εγκωμια- ζουσιν] pr και U+05D0* (om U+05D0c.a) 5 συνησουσιν 1⁰] νοησουσιν BᵃᵇU+05D0 6 εν αληθεια πλουσιου] εν αλ. πλουσιο sup ras B¹fort om εν αληθεια U+05D0* (hab U+05D0c.a): πλουσιους U+05D0* (-σιου U+05D0?) 7 νομους U+05D0* (νομον U+05D0¹) | πατερα] +αυτου U+05D0c.a A 8 πλεονασμων] pr με U+05D0* (om U+05D0¹) | ελεουντι BᵃᵇU+05D0A 9 μη] pr του A 10 αγαθα] pr εις U+05D0 αγαθας A 12 βοηθιαν U+05D0 13 εαυτου] αυτου U+05D0A 14 om δι U+05D0* (hab U+05D0c.a) | ευλαβιαν B* (-βειαν Bᵃᵇ) 15 πίνων (sic) Bᵇ | εθνου A 16 προσοδων] χρηματων U+05D0c.a)
- ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
475
- ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος
- φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ.
- aπαίδευε υἱὸν καὶ ἀγαπήσει σε,
- καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ·
- οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.
- ὁ πορευόμενος δικαίως βεβοήθηται,
- ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
- ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων,
- ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας.
- ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται,
- ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
- ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός,
- ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
- σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος,
- καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
- ὁ ἐλέγχων ἀνθρώπου ἱδοὺς
- χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
- ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν,
- οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
- ἄπιστος ἀνὴρ κρίνει εἰκῆ,
- ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.
- ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων·
- ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται.
- ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται,
- ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ
- ἔσται.
- ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι,
- ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.
- ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί, [*](17 ασφαλια U+05D0 17a υπακουσεις U+05D0* -σει U+05D0c.a -ση A 18 δικαιος U+05D0A U+05D0* (-ως U+05D0c.a) | εμπλακησεται] εμπλακησετ sup ras B¹fort 20 αξιοπιστο- τερος A 24 αποβαλλεται] αποβιαζεται A 25 απιστος] απληστος A | ος] ο U+05D0* (ος U+05D0c.a) 27 πτωχοις] pro ο inst θ U+05D0? | απορεια U+05D0 28 στε- νουσιν U+05D0A | απωλια U+05D0 XXIX 1 εστιν] εσται U+05D0A 2 εγκωμιαζομενων δικαιων] εγκωμιαζομενου δε δικαιου A)
- ἀρχόντων δε ἀσεβῶν στένουσιν ἄνδρες.
476
[*](B)