Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. aβδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν.
  2. καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
  1. δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις,
  2. ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν.
  1. aκαρδία ἀνόμου ἐκζητεῖ κακά,
  2. καρδία δὲ εὐθὴς ζητεῖ γνῶσιν.
  1. ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων,
  2. οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
  1. Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου,
  2. καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
  1. ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς,
  2. οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
  1. ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν,
  1. καὶ σύναγε χόρτον ὀρινόν, 26ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·
  2. τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες.
  1. υἱέ, παρʼ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου
  2. καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.
  • Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος,
  • δίκαιος δὲ ὥσπερ λέων πέποιθεν.
  • [*](15εκ 2⁰] απο 16 βορρεας Bᵃᵇ 17 παροξυνει] παροξυνον U+05D0* (-νι U+05D0c.a) | U+05D0AC εταιρου] ετερου AC 18 τιμηθηθησεται C 19 διανοιαι] καρδιαι U+05D0c.aAC + ομοιαι U+05D0* (om U+05D0c.a) | ανθρωπων] + ομοιαι C 20 απωλια U+05D0 | ενπιπλανται A 21 αργυριω AC | χρυσιω AC | om αυτον U+05D0* (hab U+05D0c.a) 21 a ζητει] εκζητει U+05D0AC 22 αφρονα] pr τον U+05D0c.aAC | συνεδριω AC 23 ποιμνιων C | επι- στησης A 24 αιωνανδρι C | εκ γενεας εις γενεαν] εις γενεας και γενεας A εις γενεας και γενεαν C 25 χλωρω A* vid | ποαν] ποιαν A | συναγε] συναγαγε AC | ορεινον Bᵇ 27 σων] pr των U+05D0)
    474
    [*](B)
    1. δι᾿ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται,
    2. [*](¶C)
    3. ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.¶
    1. ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς.
    2. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής,
    1. οὕτως οἱ ἐγκαταλιπόντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν·
    2. οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
    1. ἄνδρες κακοὶ οὐ συνήσουσιν κρίμα,
    2. οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί.
    1. κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς.
    1. φυλάσσει νόμον υἱὸς συνετός,
    2. ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα.
    1. ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ
    2. μῶνπλεονασ
    3. τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
    1. ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου,
    2. καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
    1. ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ
    2. εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται,
    3. οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ
    4. καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
    1. σοφὸς παρʼ ἑαυτῷ ἀνὴρ πλούσιος,
    2. πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.