Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ,
- ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον.
- βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,
- ἀνὴρ δὲ παράνομος κατασκάπτει.
- ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον,
- περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
- ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,
- δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.
- ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,
- ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν,
- καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
- ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν,
- σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.
- ἀνὴρ σοφὸς κρίνει ἔθνη,
- ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ
- καταπτήσσει.
- ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον,
- οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
- ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,
- σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.
- βασιλέως ἐπακούοντος λόγον ἄδικον,
- πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι.
- δανιστοῦ καὶ χρεοφιλέτου ἀλλήλοις συνελθόντων,
- ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ κύριος.
- βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς,
- ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.
- πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν,
- παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
- πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,
- οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
- παίδευε υἱόν σου καὶ ἀναπαύσει σε,
- καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
477
- οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, [*](B)
- ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.
- λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός·
- ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται.
- ἐὰν ἴβῃς ἄνδρα ταχὺν ἐν λόγοις,
- γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ.
- ὃς κατασπαταλᾷ ἐκ παιδὸς οἰκέτης ἔσται,
- ἔσχατον δὲ ὀδυνηθήσεται ἐφʼ ἑαυτῷ.
- ἀνὴρ θυμώδης ἐγείρει νεῖκος,
- ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.