Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • μὴ καυχῶ τὰ εἰς αὔριον,
  • οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα.
  • [*](16 οκνηρος εαυτω A 18 ιωμενοι] πιρωμενοι U+05D0c.a | προβαλλουσι U+05D0 U+05D0AC 19 ουτω U+05D0 | οραθωσιν] φοραθωσιν U+05D0c.a φωραθωσιν A 20 διθυμος] οξυθυμος U+05D0c.aA 21 ανθραξι U+05D0 22 κερκωπων] κεκωρπων B* | ταμεια Bᵃᵇ (ταμια B*U+05D0)] ταμιεια A | σπλαγχνων] κοιλιας U+05D0c.a 23 λεια] δολια U+05D0 24 χειλεσι C | αποκλαιομενος] pr ο A | εχθρους] εχθρος BᵃᵇAC | τη καρδια] om τη U+05D0 | λογους] δολους Bᵃᵇᵐᵍ Aᵃ?C δολος A* 25 πεισθης] + αυτω AC | γαρ] +εισιν BᵃᵇᵐᵍU+05D0A + εισι C | ψυχη] καρδια AC 26 συνιστησι C | ενκαλυπτει (εγκ. Bᵃᵇ) B* U+05D0c.a] συνκαλυπτει U+05D0* εκκαλυπτει AC | συνε- δριοις Bᵇ (-δρειοις B*U+05D0*)] συνεδριω U+05D0c.aAC 27 ορυσσον U+05D0* (- σων U+05D01fort c.a) | βοθρον] βοθυνον U+05D0 | εαυτον] εαυτου C 28 ποιει] μιοιει (sic) A*vid)
    472
    [*](B)
    1. ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα,
    2. ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
    1. βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος,
    2. ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
    1. ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή,
    2. ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος.
    1. κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
    1. ἀξιοπιστότερά ἐστιν τραύματα φίλου
    2. ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
    1. ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει,
    2. ψυχῇ δὲ ἐν ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
    1. ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,
    2. οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων
    3. τόπων.
    1. μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία,
    2. καταρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
    1. φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς,
    2. εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν·
    3. κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
    1. Σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία,
    2. καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
    1. πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη,
    2. ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν.
    1. ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γάρ·
    2. ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται.
    1. ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ,
    2. καταρωμένου οὐδὲν διαφέρειν δόξει.
    1. σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ
    2. οἴκου·
    3. [*](U+05D0AC)[*](XXVII 2 το πελας A 4 ουδενα] ουδεν AC | υφιστατο C 5 αποκε- καλυμμενοι] αποκαλυπτομενοι AC 6 om εστιν AC 7 om εν 2°U+05D0c.aAC | γλυκια U+05D0AC (-κεια) | φαινεται] φερει U+05D0 (φενεται U+05D0c.a) 8 ορνεον οταν AC | δουλουται] καταδουλουται C 9 και 2⁰] θαι A* (και Aᵃ?) | θυμιασιν U+05D0 θυμιαμασι C | καταρρηγνυται A | συνπτωματων U+05D0C 10 η 1⁰] και A | εγκαταλειπης A | κρεισσων] κρισσον U+05D0A | om η 2° U+05D0* (hab U+05D0c.a) 11 σου ευφραινηται] ευφραινηται (-τε U+05D0) σου U+05D0A ευφρ. μου C 12 επελθοντες] ελθοντες A παρελθοντες C 13 post γαρ distinx AC | λυμαινεται Bᵇ] λοιμαινεται B*U+05D0A (λοιμενετε) C 14 διαφερει A | δοξη C 15 ημερα] ημερ sup ras 3 fort litt B? | οικου 1⁰] + αυτου AC)
      473
    4. ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου.
    [*](B)
    1. βορέας σκληρὸς ἄνεμος,
    2. ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
    1. σίδηρος σίδηρον ὀξύνει,
    2. ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.
    1. ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς,
    2. ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται.
    1. ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις,
    2. οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων.
    1. ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται,
    2. ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι.