Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρούς,
  2. ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται λόγους.
  1. ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς·
  2. ἑπτὰ γὰρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
  1. ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον,
  2. ἐνκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν
  3. συνεδρίοις.
  1. ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν·
  2. ὁ δὲ κυλίων λίθον ἐφʼ ἑαυτὸν κυλίει.
  1. γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν,
  2. στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.
  • μὴ καυχῶ τὰ εἰς αὔριον,
  • οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα.
  • [*](16 οκνηρος εαυτω A 18 ιωμενοι] πιρωμενοι U+05D0c.a | προβαλλουσι U+05D0 U+05D0AC 19 ουτω U+05D0 | οραθωσιν] φοραθωσιν U+05D0c.a φωραθωσιν A 20 διθυμος] οξυθυμος U+05D0c.aA 21 ανθραξι U+05D0 22 κερκωπων] κεκωρπων B* | ταμεια Bᵃᵇ (ταμια B*U+05D0)] ταμιεια A | σπλαγχνων] κοιλιας U+05D0c.a 23 λεια] δολια U+05D0 24 χειλεσι C | αποκλαιομενος] pr ο A | εχθρους] εχθρος BᵃᵇAC | τη καρδια] om τη U+05D0 | λογους] δολους Bᵃᵇᵐᵍ Aᵃ?C δολος A* 25 πεισθης] + αυτω AC | γαρ] +εισιν BᵃᵇᵐᵍU+05D0A + εισι C | ψυχη] καρδια AC 26 συνιστησι C | ενκαλυπτει (εγκ. Bᵃᵇ) B* U+05D0c.a] συνκαλυπτει U+05D0* εκκαλυπτει AC | συνε- δριοις Bᵇ (-δρειοις B*U+05D0*)] συνεδριω U+05D0c.aAC 27 ορυσσον U+05D0* (- σων U+05D01fort c.a) | βοθρον] βοθυνον U+05D0 | εαυτον] εαυτου C 28 ποιει] μιοιει (sic) A*vid)
    472
    [*](B)
    1. ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα,
    2. ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
    1. βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος,
    2. ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
    1. ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή,
    2. ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος.