Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ
  2. οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ στόμα.
[*](U+05D0A)[*](XXVI 2 πετανται A 4 προς] κατα A 5 κατα] προς 6 εαυτου] αυτου U+05D0 | ο αποστειλας] om ο U+05D0* (pr ο U+05D01mg sinistr) 7 πορεια πορνιαν U+05D0* (ποριαν U+05D0c.a) 8 διδουντι U+05D0 9 μεθυσου] pr του U+05D0A | δο λια U+05D0 11 εαυτου εμετον] εμ. αυτου A | αναστρεψας κακια U+05D0 12 ιδ A | εσχε U+05D0* (εσχεν U+05D0c.a) | αφρων μαλλον A 13 ο"ՎࠎڏÝ + εν δε ταις πλ τειαις (-τισις U+05D0) φονευται Bᵇ(ᵐᵍ)U+05D0A 14 του στροφιγγος] τω στροφιγγι 15 δυνησεται] δυναται U+05D0A | επι στομα] επι το στομα U+05D0c.a εις το στ. A)
471
  1. σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται
  2. [*](B)
  3. τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
  1. ὥσπερ ὁ κρατῶν κέρκου κυνός,
  2. οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
  1. ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους,
  2. ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται·
  1. οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους,
  2. ὅταν δὲ ὁραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα.
  1. ἐν πολλοῖς ξύλοις θάλλει πῦρ,
  2. ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη.
  1. ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί,
  2. ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
  1. λόγοι κερκώπων μαλακοί,
  2. οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα σπλάγχνων.
  1. ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον·
  2. §χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.