Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
  1. ἀξιοπιστότερά ἐστιν τραύματα φίλου
  2. ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
  1. ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει,
  2. ψυχῇ δὲ ἐν ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
  1. ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,
  2. οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων
  3. τόπων.
  1. μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία,
  2. καταρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
  1. φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς,
  2. εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν·
  3. κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
  1. Σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία,
  2. καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
  1. πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη,
  2. ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν.
  1. ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γάρ·
  2. ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται.