Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀφελοῦ πορείαν σκελῶν
  2. καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων.
  1. ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ,
  2. ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν.
  1. ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου,
  2. δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
  1. πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων,
  2. συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
  1. ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς
  2. γένηται,
  3. οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ
  4. ἁμαρτίαν.
  1. ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
  2. καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
  1. εἶδον ἄνδρα δόξαντα παρʼ ἑαυτῷ σοφὸν εἶναι,
  2. ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ.
  1. λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν
  2. Λέων ἐν ταῖς ὁδοῖς.
  1. ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος,
  2. οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.