Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- μή σε ὀνειδίσῃ μὲν ὁ φίλος·
- ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται,
- ἀλλ᾿ ἔσται σοι ἴση θανάτῳ.
- χάρις καὶ φιλία ἐλευθεροῖ,
- ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ,
- ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
- μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου,
- οὕτως εἰπεῖν λόγον.
- εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται,
- λόγος σοφὸς εἰς εὐήκοον οὖς.
- ὥσπερ ἔξοδος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ,
- οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν·
- ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ.
- ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατα,
- οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ
- ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν,
- γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ.
- μέλι εὑρὼν φάγε τὸ ἱκανόν, [*](U+05D0A)[*](4 τυπτε] κρυπτε A 6 δυνατων U+05D0* (-στων U+05D0c.a) 7 το ρηθηναι σοι U+05D0A | ταπεινωσαι] ταπινωθηναι U+05D0 | ιδον A 8 εσχατῶ U+05D0A | αν] pr δ A | om σος A 10 om σου U+05D0 | εχθρα] + σου U+05D0 11 χρυσεον A | λογον] +επι αρμοζουσιν U+05D0c.a 12 om και U+05D0c.aA 13 εξοδος] χιονος U+05D0A 14 επιφανεστατοι U+05D0c.aA | οι καυχωμενοι BᵃᵇU+05D0A)
- μή ποτε πλησθεὶς ἐξεμέσῃς.
469
- σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον,
- μή ποτε πλησθείς σου μισήσῃ σε.