Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν,
  2. οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν
  3. ψευδῆ.
  1. ὁδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ.
  1. ὥσπερ ὄξος ἕλκει ἀσύμφορον,
  2. οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ.
  1. aὥσπερ σὴς ἐν ἱματίῳ καὶ σκώληξ ξύλῳ,
  2. οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.
  1. ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν,
  2. ἐὰν διψᾷ, πότιζε αὐτόν·
  1. τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν
  2. αὐτοῦ,
  3. ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά.
  1. ἄνεμος βορέας ἐξεγείρει νέφη,
  2. πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει.
  1. κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος
  2. ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.
  1. ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές.
  2. οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.