Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Δόξα θεοῦ κρύπτει λόγον,
- δόξα δὲ βασιλέως τιμᾷ πράγματα.
468
[*](B)- οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα,
- καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.
- τύπτε ἀδόκιμον ἀργύριον,
- καὶ καθαρισθήσεται καθαρὸν ἅπαν·
- κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως,
- καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.
- μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως,
- μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
- κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρὸς μέ,
- ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου.
- ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε.
- μὴ πρόσπιπτε εἰς μάχην ταχέως,
- ἵνα μὴ μεταμεληθῇς ἐπʼ ἐσχάτῳ,
- ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος.
- ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει,