Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,
  2. ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
  1. ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου,
  2. καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
  1. Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι.
  2. καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν.
  3. καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν·
  1. ᾅδης καὶ ἔρως γυναικὸς
  2. καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος
  3. καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ.
  1. ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός,
  2. ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων,
  3. καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
[*](40 ευλογια] + αγαθη U+05D0c.a AC 41 αγαθους] σοφους U+05D0c.a AC 42 αγρον] U+05D0AC + σου U+05D0 c.a 44 με] μα A* (μαι A¹) 45 αμπελος C 46 εκλελειμμενος BabC 47 επεβλεψα U+05D0c.a C | παιδιαν U+05D0 48 om δε 1°U+05D0 49 ποιης] ο sup as B? ποιησις U+05D0 | om σου 2⁰ AC 50 βδελλι C | ενεμπιπλασαν A 51 αδης] ρης A* (αδ. Aᵃ?) | εμπιμλαμενη C | πυρ και υδωρ C | επωσιν C* (ειπ. C?) 2 εκκοψαισαν BᵃᵇU+05D0C (-ψεσαν B*)] εκκολαψαισαν A | αυτον 1⁰] αυτην A | αυ- ον 2⁰] αυτην A* (-τον A?))
466
[*](B)
  1. τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ
  2. ἐπιγινώσκω·
  1. ἴχνη ἀετοῦ πετομένου,
  2. καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας,
  3. καὶ τρίβους νηὸς ποντοπορούσης,
  4. καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
  1. τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος,
  2. ἢ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι
  3. ἄτοπον.
[*](¶ C)
  1. διὰ τριῶν σείεται ἡ γῆ,¶
  2. τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
  1. ἐὰν οἰκέτης βασιλεύσῃ,
  2. καὶ ἄφρων πλησθῇ σιτίων,
  1. καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,
  2. καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
  1. τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς,
  2. ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
  1. οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχύς,
  2. καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
  1. καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν,
  2. οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
  1. ἀβασίλευτόν ἐστιν ἡ ἀκρίς,
  2. καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως·
  1. καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν,
  2. κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέων.
  1. τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται,
  2. καὶ τέταρτον ὃ καλῶς διαβαίνει·
  1. σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν,
  2. ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
  1. καὶ ἀλέκτωρ ἐνπεριπατῶν θηλείαις εὔψυχος,
  2. καὶ τράγος ἡγούμενος αἰπολίου,
  3. καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
  1. ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ,
  2. καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.