Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πάντες γὰρ λόγοι θεοῦ πεπυρωμένοι,
  2. ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν.
  1. μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς
  2. γένῃ.
  1. δύο αἰτοῦμαι παρὰ σοῦ,
  2. μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
  1. μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον,
  2. πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς,
  3. σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη·
  1. ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾶ
  2. ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ.
  1. μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου,
  2. μή ποτε καταράσηταί σε καὶ ἀφανισθῇς.
  1. ἔκγονον κακὸν πατέρα καταρᾶται,
  2. τὴν δὲ μητέρα οὐκ εὐλογεῖ.
  1. ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει,
  2. τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν.
  1. ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει,
  2. τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.
  1. ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει
  2. καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν
  3. καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς
  4. καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.
  1. Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν·
  2. αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν.
  1. ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν,
  2. [*](U+05D0AC)[*](27 ανεμουν A*vid (- μους A?) | των ακρων] pr παντων AC | om τι ονομα (2⁰) A | τοις τεκνοις] τωι υιωι (sic) Aᵇ?c? | αυτου] + ινα γνως AC 28 om γαρ AC | υπερασπισει A υπερασπιει C 29 ελεγξη] εξελεγξη U+05D0 31 πενιαν] παιδιαν A | τα δεοντα] pr παντα A | om και 3⁰ U+05D0c.aA | τα αυταρκη] om τα U+05D0* (hab U+05D0c.a sed postea del) A 32 ομοσω C 33 καταρησηται U+05D0* (κατα- ρασηται U+05D01(vid)c.a) καταρασεται C 35 εαυτον] αυτον C | αυτου] εαυτου U+05D0 37 μαχαιρας] pr της C*vid (ras 3 litt C?) | στομιδας U+05D0A | om και κατεσ- θιειν A | ταπεινους] ασθενεις C 38 om αιδεισθαι...ου καλον U+05D0 | αιδεσθαι A | ου καλον εν κρισι A)
    465
  3. ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
[*](B)
  1. οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται,
  2. ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία.
  1. χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
  1. ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου,
  2. καὶ παρασκευάζου εἰς τὸν ἀγρόν,
  3. καὶ πορεύου κατόπισθέν μου
  4. καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
  1. μὴ ἵσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην,
  2. μηδὲ πλατύνου σοῖς χείλεσιν.
  1. μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,
  2. τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
  1. ὥσπερ γεώργιον ἀνὴ
  2. καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
  1. ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται
  2. καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελιμμένος,
  3. οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
  1. ὕστερον ἐγὼ μετενόησα,
  2. ἀπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.