Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη,
  • πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
    1. οὐ διαφέρει ἀπειλὴ βασλέως θυμοῦ λέοντος,
    2. ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
    1. δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας,
    2. πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
    1. ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται,
    2. ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ.
    1. ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός,
    2. ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.
    1. μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,
    2. ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.