Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ,
  2. μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
  1. ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου,
  2. οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
  1. τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;
  2. ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
  1. κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ,
  2. αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.
  1. μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις
  2. ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.
  1. μὴ εἴπῃς Τίσομαι τὸν ἐχθρόν·
  2. ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ.