Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- υἱὸς σοφὸς εὐφραίνει πατέρα,
- υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.
- ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν,
- ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.
- ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια,
- ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
- οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, [*](8 ασεβων] αμαρτωλων U+05D0 9 αγαπα] απατα U+05D0* (αγ. U+05D0c.a) 10 παιδια U+05D0A U+05D0A 13 ουσης BᵃᵇU+05D0] ουσαις B* ουσα A 14 απαιδευτων] ασεβων U+05D0* (απαιδ. U+05D0c.a) 15 ησυχαζουσιν A 17 om μετα 1⁰ A | μετα 2⁰] μετ A 8 a κρισις U+05D0A 21 ανηρ δε φρονιμος] ο δε φρ. ανηρ U+05D0 22 υπερτι- ??ονται U+05D0* (-θενται U+05D0c.a) | τιμωτες U+05D0* (-ντες U+05D0c.a) 23 ου] υ A* (pr ο Aᵃ?ᵐᵍ) | κακος] ακακος U+05D0c.a)
- οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
446
[*](B)- ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,
- ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
- οἴκους ὑβριστῶν κατασπᾷ Κύριος,
- ἐστήρισεν δὲ ὅριον χήρας.
- βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος,
- ἁγνῶν δὲ ῥήσεις σεμναί.
- ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης,
- ὁ δὲ μισῶν δώρων λήμψεις σώζεται.
- (6)ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,
- τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
- καρδίαι δικαίων μελετῶσιν πίστεις,
- στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά.
- (7)δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων,
- διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.