Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,
- μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
- καρδίας εὐφραινομένης πρόσωπον θάλλει,
- ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
- καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,
- στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
- πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,
- οἱ δὲ ἀγαθοὶ ἡσυχάσουσιν διὰ παντός.
- κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου
- ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.
- κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν
- ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.
- ἀνὴρ θυμώδης παρασκευάζει μάχας,
- μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳύνει·
- μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,
- ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
- ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,
- αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.