Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν,
- εὐχαῖς δὲ δικαίων ἐπακούει. [*](§C)
- §(8)κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης
- ἢ πολλὰ γενήματα μετὰ ἀδικίας.
- θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν,
- φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ.
- ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν,
- ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ.
- φόβος θεοῦ παιδεία καὶ σοφία,
- καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.
- πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ,
- οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται.
- ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος,
- χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται.
- ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, [*](U+05D0AC)[*](25 εστηρισεν] εστησεν U+05D0* (εστηρ. U+05D0c.a ) 27 λημψις A | ελαιημοσυναι U+05D0* (-ναις U+05D0c.a nisi forte 1) | πιστισιν U+05D0* (-τεσιν U+05D0¹ c.a) 28 καρδια U+05D0* (-διαι U+05D01c.a(vid)) | πιστις U+05D0A 29 επακουει] υπακουει U+05D0 | ληψις C XVI 1 om δε AC | θεου] κυ C 3 παιδιαν U+05D0A 4 θεου] κυ A | παιδια | δοξης] +αυτου A | αυτη] αυτω A +προσπορευεται δε ταπινοις δοξα U+05D0c.a +προσπο- ρευεται ταπεινος (sic) δοξα A 5 ασεβης B* (-βεις Bᵃᵇ) 6 θεω] pr τω A | αθοωθησεται B*U+05D0AC (αθωωθ. Bᵇ))
- δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας.
447
- ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης,
- οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.