Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων.
  2. οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
  1. a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς,
  2. ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
  1. ἐπιθυμίαι ἀσεβῶν κακαί,
  2. αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
  1. δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός,
  2. ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος.
  1. a ὁ βλέπων λεῖα ἐλεηθήσεται,
  2. ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
  1. ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν,
  2. ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
  1. ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν,
  2. εἰσακούει δὲ συμβουλίας σοφός.
  1. ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ,
  2. κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
  1. ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος,
  2. ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
  1. εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μάχαιραι,
  2. γλῶσσαι δὲ σοφῶν ἰῶνται.
  1. χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν,
  2. μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
[*](7 ασεβης] pr ο A | αφανιζεται] pr ο U+05D0* (om U+05D01c.a ?) 9 περιθεις U+05D0 U+05D0A αρτων A 10 οικτειρει δικαιος A | αυτου] εαυτου U+05D0* (αυτ. U+05D0c.a ) 11 εμ- πλησθησηται B 11a καταλιψω U+05D0* (-ψει U+05D0¹) | ατιμιαν BU+05D0c.aA] αμαρτιαν U+05D0* 12 ευσεβων] ασεβων B 13 δι] δια U+05D0A | αμαρτιας A | αμαρτωλος] pr ο U+05D0* (om ο U+05D0c.a) | εκφευει U+05D0* (εκφευγ. U+05D0c.a) 14 καρπων] γαρπων A 16 εξ- αγγελει U+05D0 | πανουργος] pr ο U+05D0c.a 18 μαχαιραν A)
440
[*](B)
  1. δόλος ἐν καρδίᾳ τεκταινομένου κακά,
  2. οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
  1. οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον,
  2. οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
  1. βδέλυγμα Κυρίῳ χείλη ψευδῆ,
  2. ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρʼ αὐτῷ.
  1. ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως,
  2. καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
  1. χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς,
  2. δόλιοι δὲ ἔσονται ἐν προνομῇ.
  1. φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου,
  2. ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
  1. ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται,
  2. ἁμαρτάνοντας δὲ καταδιώξεται κακά,
  3. ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
  1. οὐκ ἐπιτεύξεται δόλιος θήρας,
  2. κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.
  1. ἐν ὁδοῖς δικαιοσύνης ζωή,
  2. ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.