Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός,
  2. οὕτως γυναικὶ κακόφρονι κάλλος.
  1. ἐπιθυμία δικαίων πᾶσα ἀγαθή,
  2. ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
  1. εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν·
  2. εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
  1. ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ,
  2. ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
  1. ὁ συνέχων σῖτον, ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν·
  2. εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
  1. τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν,
  2. ἐκζητοῦντα δὲ κακὰ καταλήμψεται αὐτόν.
  1. ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται,
  2. ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
  1. ὁ μὴ συνπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,
  2. δουλεύσει δὲ ἄφρων φρονίμῳ.
  1. ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς,
  2. ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμαων.
  1. εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ
  2. φανεῖται;
  • ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν,
  • ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.
    1. κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ,
    2. ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
    1. οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου,
    2. αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
    1. γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς·
    2. ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ
    3. κακοποιός.
    1. λογισμοὶ δικαίων κρίματα,
    2. κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.
    [*](U+05D0A)[*]( 21 χειρας] χειρα U+05D0* (-ρας U+05D0c.a) | πιστων A 22 ενωτιον] +χρυσουν U+05D0c.a | υος] υιος A 24 εισιν 2⁰] +δκ U+05D0c.a | ελαττονουνται (ελατον. U+05D0c .a)] pr τα αλλο- τρια U+05D0c.a 25 ευλογουμενη] ηυλογημενη A 26 υπολειποιτο U+05D0 υπολειπστο A 29 συμπεριφερ. Bᵇ | τω οικω εαυτου U+05D0 31 αμαρτωλος και ασεβης U+05D0 X II 1 παιδιαν U+05D0A 2 παρανομος] παρανο sup ras Bᵃ? 4 απολλυσι U+05D0 5 λογοισμοι U+05D0* (λογισμ. U+05D01(vid)c.a ) | δολους] λογοις U+05D0* (δολους U+05D0c.a ))
    439
    1. λόγοι ἀσεβῶν δόλιοι,
    2. [*](B)
    3. στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.
    1. οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται,
    2. οἶκοι δὲ δικαίων παραμένουσιν.
    1. στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός,
    2. νωθροκάρδιος δὲ μυκτηρίζεται.
    1. κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ,
    2. ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
    1. δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ.
    2. τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.