Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Υἱὸς πανοῦργος ὑπήκοος πατρί,
  • υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ.
    1. ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός,
    2. ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι.
    1. ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,
    2. ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν.
    1. ἐν ἐπιθυμίαις ἐστιν πᾶς ἀεργός,
    2. χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.
    1. λόγον ἄδικον μισεῖ δίκαιος,
    2. ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.
    1. εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες,
    2. καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
    [*](U+05D0A)[*](23 καρδιαι U+05D0* (ras ι 2⁰ postea inst U+05D0?) 24 ευχερως] εχθρων A | εν προνομη] εις προνομη| A 25 ευφρανει U+05D0* (ευφραιν. U+05D0c.a) A 26 εσται] +αι δε γνωμαι των ασεβων ανεπιεικεις A | αμαρτανοντας...κακα uncis incl U+05D0c.a X III 1 πατρι] μητρι U+05D0* (πατρι U+05D0c.a) 2 καρπου A | ολουνται ολλυνται U+05D0 5 παρρησιαν] + (6) δικαιοσυνη φυλασσει ακακους οδω| τους δε ασεβεις φαυλους ποιει αμαρτια A 7 πλουτιζουσιν A)
    441
    1. λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος,
    2. [*](B)
    3. πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
    1. φῶς δικαίοις διὰ παντός.
    2. φῶς δὲ ἀσεβῶν σβέννυται.
    1. a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις,
    2. δίκαιοι δὲ οἰκτείρουσιν καὶ ἐλεῶσιν.
    1. κακὸς μεθʼ ὕβρεως πράσσει κακά,
    2. οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
    1. ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται,
    2. ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται·
    3. δίκαιος οἰκτείρει καὶ κιχρᾷ.
    1. κρείσσων ἐναρχομένοις βοηθῶν καρδίᾳ
    2. τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος·
    3. δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
    1. ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ·
    2. ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.
    1. a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν·
    2. οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις,
    3. καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
    1. νόμος σοφοῦ πηγὴ ζωῆς,
    2. ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
    1. σύνεσις ἀγαθὴ δίδωσιν χάριν,
    2. τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς,
    3. ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
    1. πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως,
    2. ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
    1. βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά,
    2. ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν.
    1. πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία,
    2. ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
    1. ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν,
    2. ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.