Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα,
  2. πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·
  1. τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν,
  2. κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες
  3. καὶ μαρσίππιον ἐν γενηθήτω ἡμῖν.
  1. μὴ πορευθῇς ἐν ὁδῷ μετʼ αὐτῶν,
  2. ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·
  1. οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.
  1. αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά,
  2. ἡ δέ καταστροφὴ ἀνδρῶν παρανόμωνν κακή.
  1. ηὗται αἱ ὁδοί εἰσιν πάνταον τῶν συντελούτωνν τὰ ἄνομα·
  2. τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.
  1. Σοφία ἐν ἐξόδοις ὑμνεῖται,
  2. ἐν δὲ πλατείαις παρρησίαν ἄγει·
  1. ἐη᾿ ἄκρων δὲ τειχέων κηρύσσεται,
  2. ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει,
  3. ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει
  1. Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήοἱ
  2. δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί,
  3. ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν,
  1. καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις.
  2. ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν,
  3. διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.
[*](10 πλανησουσιν C 11 παρακαλεσωσιν U+05D0AC 12 μνημης A* (-μην Aᵃ?) U+05D0AC 13 κτισιν A | πολυτελην U+05D0* (-λη U+05D0c.a) | ημετερων U+05D0 14 om εν 2° U+05D0* superscr U+05D01) | γενηθηθητω U+05D0* (ras θη 2° U+05D0?) 15 μη] pr υιε U+05D0c.a | εν οδω] δους A | ποδα σου] σον ποδα A om ο 1° C*vid (superscr C?) | αυτων 2°] + (16) οι γαρ ποδες ουτων εις κακιαν τρεχουσιν και ταχινοι (+εισιν U+05D0c.a) του εγχβαι ιιμα U+05D0c.aA 20 σοφια] + δε C | πλατειαις] λατιαι sup ras 7 vel 8 | litt Ca 21 πολεως] πολ sup ras A | θαρουσα C 22 υβρεως] ως sup ras Aa | ασεβεις praec coniung A 23 υπευθυνοι εγενοντο BU+05D0c.aAC] υπευθυνοντο U+05D0*)
418
[*](B)
  1. ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε,
  2. καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,
  1. ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς,
  2. τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε·
  1. τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι,
  2. καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος.
  1. καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος,
  2. ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ.
  3. καὶ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία,
  4. ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος.
  1. ἕσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν·
  2. ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν.
  1. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ κυρίου οὐ προείλαντο,
  1. οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς,
  2. ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.
  1. τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς,
  2. καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·
  1. ἀνθʼ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται,
  2. καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ
  1. ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι,
  2. καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.