Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ΠΑΡΟΙΜΙΑΙ Σαλωμῶντος υἱοῦ Δαυείδ
  2. ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ,
  1. γνῶναι σοφίαν καὶ παιδείαν
  2. [*](§ C)
  3. §δέξασθαί τε λόγους φρονήσεως,
  1. δέξασθαί τε στροφὰς λόγων,
  2. νοῆσαί τε δικαιοσύνην ἀληθῆ
  3. καὶ κρίμα κατευθύνειν·
  1. ἴνα δῷ ἀκάκοις πανουργίαν,
  2. παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
  1. τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται,
  2. ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται,
  1. νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον
  2. ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
  1. Ἀρχὴ σοφίας φόβος θεοῦ,
  2. σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·
  3. εὐσεβέα δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως,
  4. σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.
  1. ἄκουε, υἱέ, παιδείαν πατρός σου,
  2. καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
  1. στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ,
  2. καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳι
[*](U+05D0AC)[*](Ι 1 Σολομωντος A 2 παιδιαν A 5 τωνδε] των τε AC | om γαρ U+05D0* (hab U+05D0c.a) | εσται] εστιν C 6 σκοτινον U+05D0AC 7 θεου] κν AC | ευσεβια U+05D0 | αρχη 2⁰] αρετη A | παιδιαν C | ασεβεις rescr C? | εξου- θενησουσιν] εξουθενουσιν Κ εξουδενησουσιν sup ras CU+05D0 8 παιδειαν] νομους U+05D0AC 9 στεφανος U+05D0* (-νον U+05D0c.a) | δεξη] εξη A)
417
  1. υἱέ, μὴ σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς,
  2. [*](B)
  3. μηδέ βουληθῇς
  1. ἐὰν παρακαλέσωσί σε λέγοντες
  2. Ἐλθὲ μεθʼ ἡμῶν, κοινώνησον αἵματος,
  3. κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως.
  1. καταπίωμεν δέ αὐτὸν ὥσπερ ᾄδης ζῶντα,
  2. καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·