Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου,
  • καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου,
  • καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν.
  • δι᾿ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ.
  • καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου
  • καὶ Ἰσραὴλ τὸν ἅγιόν σου,
  • οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων
  • πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ,
  • καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.¶
  • [*](¶T)

  • ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη,
  • καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρ-
  • τίας ἡμῶν·
  • καὶ οὐκ ἕστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ
  • ἡγούμενος,
  • οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία,
  • οὐδέ προσφορὰ οὐδὲ θυμίαμα,
  • οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος.
  • ἀλλʼ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσ-
  • δεχθείημεν.
  • ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων,
  • καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων,
  • οὔτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον.
  • καὶ ἐκτελέσαι ὄπισθέν σου·
  • ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί.
  • καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε,
  • καὶ ζητοῦμεν τὸ πρόσωπόν σου·
  • μὴ καταισχύνῃς ἡμᾶς.
  • ἀλλὰ ποίησον μεθʼ ἡμῶν κατὰ τὴν ἐπιεικίαν σου,
  • καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέου σου·