Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου.
  • ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν,
  • καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
  • Προσευχὴ Ἀζαρίου
  • Εὐλογητὸς εἰ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν,
  • [*](Dan. iii.)
  • καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
  • [*](26—45)

  • ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν,
  • καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὺθεῖαι αἱ ὁδοί σου,
  • καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς·
  • καὶ κρίματα ἀληθείας ἐποίησας
  • κατὰ πάντα ὅσα ἐποίησας ἡμίν,
  • καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τῶν πατέρων ἡμῶν Ἰερουσαλήμ·
  • ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς
  • ἁμαρτίας ἡμῶν.
  • ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῖ,
  • καὶ ἐξημάρτομεν ἐν πᾶσιν
  • καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν,
  • οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν
  • καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται.
  • καὶ πάντα ὅσα ἐπήγαγες ἡμῖν, καὶ πάντα ὅσα ἐποίησας ἡμῖν,
  • ἐν ἀληθινῇ κρίσει ἐποίησας·
  • καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων ἐχθίστων
  • ἀποστατῶν,
  • καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
  • καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα·
  • [*](Τ)[*](13 μη] pr και Τ τηρησις A Κυριε ο] θεος Τ 14 την αγαθ.] pr πασον T IX (ι T) προσευχη Αζαριου] υμνος των τριων παιδων Τ 27 κρισις A 28 οσα εποιησας] α επηγαγες Τ των πατερων] pr την 29 αποστιντες] αποστηναι T 31 επηγαγες] εποιησας Τ εποιησας 1⁰] επηγαγες T)
    827
  • αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις
  • [*](A)
  • σε.