Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • § καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου,
  • [*](§T)
  • καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε.
  • καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου
  • κακά·
  • καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας,
  • [*](34 μη 1⁰] -δη T 35 δι| δια T 37 42 desunt in T deperlito folio T 44 καταισχυνθ.] pr και T om δυναμεως και T δυναστιας T)
    828
    [*](A)
  • καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη·
  • καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος ὁ θεὸς μόνος,
  • καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην.
  • [*](§R)

  • Ὕμνος τῶν πατέρων ὴμῶν.
  • Εὺλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν,
  • [*](52 Dan.)
  • καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας·
  • [*](iii.)
  • καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιόν σου,
  • [*](52—88)
  • καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας.
  • εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου,
  • καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
  • εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ τῶν
  • χερουβείν,
  • καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
  • εὺλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου,
  • καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
  • εὺλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ,
  • καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.