Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,
  • κρινεῖ λαοὺς ἐν εὐθύτητι.
  • καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι,
  • βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει.
  • καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου,
  • ὅτι οὐκ ἐνκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.
  • ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιῶν,
  • ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ·
  • ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη,
  • οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων.
  • ἐλέησόν με, Κύριε· ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου,
  • ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
  • ὅπως ἄν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου
  • ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιῶν·
  • ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
  • ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν,
  • ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν.
  • γινώσκεται Κύριος κρίματα ποιῶν,
  • [*](U+05D0AR)[*](4 προσωπου] pr του R 6 ουτων] αυτου U+05D0c.a σου A 7 εξελειπον A | καθειλας U+05D0c.aR | ηχου Bb vid) 9 δικαιοσυνη] ευθυτητι R | ευθυτητι] δικαιοσυνη R* (ευθ. Rᵃ) 10 θλιψεσι U+05D0 θλιψεσιν R 11 σε 1°] σοι A | οι γιν.] pr παντες A | εγκατελιπες BᵇU+05D0*A (εγκαταιλ.) εγκατελιπας U+05D0c.a ενκατα- λειπεις R 13 εκζητων] pr ο ?c.ᵃ (ras U+05D0c.ᵇ?) | δεησεως] κραυγης U+05D0R φωνης A 14 ειδε A 15 αγαλλιασομαι] θα superscr U+05D0c.ᵃ (ras U+05D0c.ᵇ?) αγαλ- λιασομεθα Rᵃ | επι] εν A | τω σωτηριω] το σωτηριον 16 εποιησαν] α sup ras Aa | παγιδι ταυτη] τη παγ. R* τη π. ταυτη Rᵃ | η 2° sup ras Aᵃ)
    221
  • ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός.
  • [*](B)
  • ᾠδὴ διαφάλματος.
  • ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾄδην,
  • πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ.
  • ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός,
  • ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
  • ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος,
  • κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
  • κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτούς,
  • γνώτωσαν ἔθνη ὅτι οἱ ἄνθρωποί εἰσιν. διάψαλμα.
  • ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν ;
  • ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει ;
  • ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐνπυρίζεται ὁ πτωχός·
  • συνλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.
  • ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς
  • αὐτοῦ,
  • καὶ ὁ ἀδικῶν ἐνευλογεῖται.
  • παρώξυνεν τὸν Κύριον ὁ ἁμαρτωλός,
  • κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει
  • οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ.
  • βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ·
  • ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ,
  • πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.