Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ὑπερ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυείδ.
  • Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῆ·
  • ὅτι ἐπήρθη ἡ μεγαλοπρεπία σου ὑπεράνω τῶν οὐρανῶν.
  • ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
  • ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
  • ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,
  • σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας·
  • τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ,
  • ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν ;
  • ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους,
  • δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν.
  • καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα χειρῶν σου·
  • πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
  • πρόβατα καὶ βόας πάσας,
  • ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
  • τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης,
  • τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
  • Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.
  • Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ·
  • ψαλμὸς τῷ Δαυείδ.
  • Ἐξομολογήσομαι σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου,
  • διηγήσομαι πάντα τὰ θαυμάσιά σου·
  • [*](16 εμπεσειται B?U+05D0A (ενπ. B* R) 18 Κυριω BU+05D0c.a] pr τω U+05D0*AR U+05D0AR — Stich 38 B 37 U+05D0AR VIII 2 μεγαλοπρεπεια Bᵃᵇ 3 σου] σ sap ras A (μου A*) 4 α] ας R 5 τι] τις A 6 αγγελλους A* (ras λ 1°A?) | δοξαν R | τιμην AR 7 χειρων] pr των U+05D0AR 8 σπα- σας U+05D0c.aAR 9 om και τους ιχθυας R* (hab Rᵃ) — Stich 18 BU+05D0AR IX 1 om του υιου R 2 om διηγησομαι...σου U+05D0* (hab U+05D0c.ᵃ) | τα θαυ- μασια] om τα R)
    220
    [*](B)

  • εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί,
  • ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.
  • ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω,
  • ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.
  • ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου,
  • ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.
  • ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής·
  • τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα
  • >τοῦ αἰῶνος.
  • τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες·
  • ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἠχοῦς·
  • καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει·
  • ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.