Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀνάστηθι, Κύριε ὁ θεός, ὑψωθήτω ἡ χείρ σου·
  • μὴ ἐπιλάθῃ τῶν πενήτων.
  • ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν ;
  • εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ ζητήσει.
  • βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοήσεις.
  • τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου.
  • σοὶ οὖν ἐνκαταλέλειπται ὁ πτωχός,
  • ὀρφανῷ σὺ ὖσθα βοηθός.
  • σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ·
  • ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὐρεθῇ δι᾿ αὐτήν.
  • βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
  • ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.
  • τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος.
  • τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου,
  • κρῖναι ὀρφανῷ καὶ ταπεινῷ,
  • ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.