Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός.
  • Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου
  • Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον ;
  • ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,
  • [*](§ U)
  • ἡτοίμασαν βέλη §εἰς φαρέτραν,
  • [*](U+05D0ARU)[*](31 αυτον 2°] ν sup ras Aᵃ?vid 32 τη καρδια] om τη U+05D0AR | επιλ.] + ου R 35 θεος] + μου U+05D0c.aAR | επιλαθης A | πενητων] + εις τελος 34 παρωξυνεν] παρωργισεν U+05D0 | ου ζητησει] ουκ εκζητησει U+05D0AR 35 πο- νον] κοπον AR | κατανοησεις] κατανοεις BcU+05D0AR | αυτους] αυτον U+05D0c. ᵃ | σοι] συ ARfort | om ουν U+05D0c.aR | εγκατελελ. Bᵇ | βοηθος BU+05D0c.a Ra] βοηθων U+05D0*AR* 36 om δι αυτην U+05D0c.a δι αυτον R 37 κς βασιλευσει U+05D0 | απολεισθαι B*A (-σθε BᵃᵇU+05D0R vid) 38 εισηκουσεν Κυριος] εισηκουσας κε U+05D0c.ᵃ | σου] αυ- του A 39 κριναι] αι sup ras 3 circ litt Aᵃ? | μεγαλαυχειν] pr του U+05D0A | ανθρωπος BU+05D0A?Rᵃ] ανθρωπον A* R* Stich 81 B 80 U+05D0A 82 R X 1 ψαλμος τω Δ. U+05D0AR | αρειτε B | την ψυχην μου (ψυχην μ sup ras Aᵃ?) A 2 inc [ε]ις φαρετραν U)
    223
  • τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
  • [*](B)

  • ὅτι ἃ κατηρτίσω καθεῖλον·
  • ὁ δὲ δίκαιος τί ἐποίησεν ;
  • Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·
  • Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.
  • οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,
  • τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
  • Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ·
  • ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
  • ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας·
  • πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου
  • αὐτῶν.
  • ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.