Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
κἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
ἐνκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.
ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, [*] (17 αμαρτωλος] αμαρτω sup ras 8 circ litt Aa | ωδη διαψ. non inst Bᵇ U+05D0AR 18 επιστραφητωσαν R* (αποστρ. Rᵃ) 19 επιλησθησεται] επιλισθη- σεται (επιλισ sup ras) A | τον αιωνα] τελος U+05D0c.ᵃA 20 αναστη R 21 γνωτωσαν] pr του R | οι ανθρ.| om οι U+05D0AR 22 θλιψεσιν U+05D0R 23 ασεβην A | εμπυριζεται Bᵃᵇ ενπυρισ. R* [ συλλαμβ. BᵇU+05D0A | διαλογιζον- ται] α 1° sup ras Aᵃ 24 εν] επι U+05D0 (εν U+05D0c.a) 26 σου] αυτου R 29 εγκαθηται Bᵃᵇ 30 om εν αποκρυφω...ενεδρευει 2° A) 222
[*] (B) ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· ἐν τῇ παγίδι αὐτοῦ
ταπεινώσει αὐτόν· κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
εἶπεν γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ θεός, ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος,