Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτούς,
  • γνώτωσαν ἔθνη ὅτι οἱ ἄνθρωποί εἰσιν. διάψαλμα.
  • ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν ;
  • ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει ;
  • ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐνπυρίζεται ὁ πτωχός·
  • συνλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.
  • ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς
  • αὐτοῦ,
  • καὶ ὁ ἀδικῶν ἐνευλογεῖται.
  • παρώξυνεν τὸν Κύριον ὁ ἁμαρτωλός,
  • κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει
  • οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ.
  • βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ·
  • ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ,
  • πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
  • κἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
  • οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου,
  • ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
  • ἐνκάθηται ἐνέδρᾳ μετὰ πλουσίων
  • ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον·
  • οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.
  • ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ·
  • ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν,
  • [*](17 αμαρτωλος] αμαρτω sup ras 8 circ litt Aa | ωδη διαψ. non inst Bᵇ U+05D0AR 18 επιστραφητωσαν R* (αποστρ. Rᵃ) 19 επιλησθησεται] επιλισθη- σεται (επιλισ sup ras) A | τον αιωνα] τελος U+05D0c.ᵃA 20 αναστη R 21 γνωτωσαν] pr του R | οι ανθρ.| om οι U+05D0AR 22 θλιψεσιν U+05D0R 23 ασεβην A | εμπυριζεται Bᵃᵇ ενπυρισ. R* [ συλλαμβ. BᵇU+05D0A | διαλογιζον- ται] α 1° sup ras Aᵃ 24 εν] επι U+05D0 (εν U+05D0c.a) 26 σου] αυτου R 29 εγκαθηται Bᵃᵇ 30 om εν αποκρυφω...ενεδρευει 2° A)
    222
    [*](B)
  • ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·
  • ἐν τῇ παγίδι αὐτοῦ
  • ταπεινώσει αὐτόν·
  • κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν
  • πενήτων.
  • εἶπεν γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ θεός,
  • ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος,
  • ἀνάστηθι, Κύριε ὁ θεός, ὑψωθήτω ἡ χείρ σου·
  • μὴ ἐπιλάθῃ τῶν πενήτων.
  • ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν ;
  • εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ ζητήσει.
  • βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοήσεις.
  • τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου.
  • σοὶ οὖν ἐνκαταλέλειπται ὁ πτωχός,
  • ὀρφανῷ σὺ ὖσθα βοηθός.
  • σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ·
  • ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὐρεθῇ δι᾿ αὐτήν.
  • βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
  • ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.
  • τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος.
  • τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου,
  • κρῖναι ὀρφανῷ καὶ ταπεινῷ,
  • ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.