Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Ἐξομολογήσομαι σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· [*] (16 εμπεσειται B?U+05D0A (ενπ. B* R) 18 Κυριω BU+05D0c.a] pr τω U+05D0*AR U+05D0AR — Stich 38 B 37 U+05D0AR VIII 2 μεγαλοπρεπεια Bᵃᵇ 3 σου] σ sap ras A (μου A*) 4 α] ας R 5 τι] τις A 6 αγγελλους A* (ras λ 1°A?) | δοξαν R | τιμην AR 7 χειρων] pr των U+05D0AR 8 σπα- σας U+05D0c.aAR 9 om και τους ιχθυας R* (hab Rᵃ) — Stich 18 BU+05D0AR IX 1 om του υιου R 2 om διηγησομαι...σου U+05D0* (hab U+05D0c.ᵃ) | τα θαυ- μασια] om τα R) 220
[*] (B)
εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.
ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.
ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.
ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα >τοῦ αἰῶνος.
τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἠχοῦς·
καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει· ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει.
καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐνκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιῶν, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ·
ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων.
ἐλέησόν με, Κύριε· ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
ὅπως ἄν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιῶν· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν.
γινώσκεται Κύριος κρίματα ποιῶν, [*] (U+05D0AR) [*] (4 προσωπου] pr του R 6 ουτων] αυτου U+05D0c.a σου A 7 εξελειπον A | καθειλας U+05D0c.aR | ηχου Bb vid) 9 δικαιοσυνη] ευθυτητι R | ευθυτητι] δικαιοσυνη R* (ευθ. Rᵃ) 10 θλιψεσι U+05D0 θλιψεσιν R 11 σε 1°] σοι A | οι γιν.] pr παντες A | εγκατελιπες BᵇU+05D0*A (εγκαταιλ.) εγκατελιπας U+05D0c.a ενκατα- λειπεις R 13 εκζητων] pr ο ?c.ᵃ (ras U+05D0c.ᵇ?) | δεησεως] κραυγης U+05D0R φωνης A 14 ειδε A 15 αγαλλιασομαι] θα superscr U+05D0c.ᵃ (ras U+05D0c.ᵇ?) αγαλ- λιασομεθα Rᵃ | επι] εν A | τω σωτηριω] το σωτηριον 16 εποιησαν] α sup ras Aa | παγιδι ταυτη] τη παγ. R* τη π. ταυτη Rᵃ | η 2° sup ras Aᵃ) 221
ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός. [*] (B) ᾠδὴ διαφάλματος.
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾄδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ.
ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.