Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἐνεπλήσθημεν τὸ πρωὶ τοῦ ἐλέους σου,
καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν
ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν,
ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς,
ἐτῶν ὧν εἴδομεν κακά.
καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου,
καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
καὶ ἔστω ἡ λαμπρότης Κυρίου θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς.
καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς.
Αἶνος ᾠδῆς τῷ Δαυείδ.
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου
ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
ἐρεῖ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ·
καὶ καταφυγὴ μου ὁ θεός μου, ἐλπιῶ ἐπʼ αὐτόν.
ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν,
καὶ ἀπὸ λόγου ταραχώδους·
ἐυ τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι,
καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·
ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.
οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ,
ἀπὸ βέλους πετομένου ἡμέρας,
[*](U+05D0ART)[*](11 φοβου] + σου AT | τον θυμον U+05D0c.a ART 12 σου] + ουτως U+05D0c.a ART | γνωρισον] + μοι U+05D0c.a ART | πεπαιδημενους U+05D0c.a (? R) πεπεδημενους A(? R)T 13 τους δουλους R 14 το ελεος R | ελεους... ημων in mg et sup ras Aᵃ | ηυφρανθημεν Aᵃ T | ημων] + ευφρανθημεν U+05D0c.a Aᵃ (mg)R + ηυφρανθημεν T (c seqq coniung RT) 15 εταπεινωσας] pr ων R | ιδομεν | κακα] pr τα R 16 τα εργα] pr επι U+05D0c.a ART | ωδηγησον A 17 θεου] pr του U+05D0c.a ART | ημας 2⁰] + και το εργον των χειρων ημων κατευθυνον U+05D0ART —Stich 35 B 34 U+05D0 38 A 37 R 41 T XC 1 βοηθα T 2 θεω] κω BᵃᵇU+05D0c.aΑΤ | ο θεος μου inc stich in AT | ελπιω] pr και R | αυτω T 3 ρυσεται] +με U+05D0AR ρυσηται με T | πακιδος U+05D0 | θηρευτων] pr των R* 4 επισκιαση Τ | κυκλωση Τ 5 απο 2⁰] pr και U+05D0* (om U+05D0c.a))