Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος,
  • οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.
  • ἐγὼ γάρ εἰμι Κύριος ὁ θεός σου,
  • ὁ ἀναγαγὼν σε ἐκ γῆς Αἰγύπτου.
  • [*](U+05D0ΑRT)[*](18 δεξιαν A 19 ζωωσης T | επικαλεσωμεθα AΤ—Stich 39 BΤ 38 U+05D0R LXXX 1 om υπερ των ληνων Τ | ληνων] αλλοιωθησομενων A | τω Ασαφ ψαλμος] ψ. τω λσαφ U+05D0c.ᵃ RT ψ. τω Δᾶδ A 4 ημερας A | ημων] υμων U+05D0c.ᵃ (statim restit ημ.) R 6 αυτον 1⁰] αυτο T | εξελθειν] εξελθεν U+05D0* (ι superscr U+05D0¹) εξειλειν R*ᵛⁱᵈ (εξελθειν Rᵃ) 7 αυτου 1⁰] αυτων A 8 ερ- ρυσαμην AR | om διαψαλμα AT om λαλησω σοι Ισρ. και U+05D0c.ᵃΑΤ | om Ισραηλ R | διαμαρτυρουμαι AΤ | εαν] pr Ιηλ (inc stich) U+05D0c.ᵃ AR T 10 προσ- κυνησης T 11 ο αναγαγων] οναγαγων R)
    323
  • πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό.
  • [*](B)

  • καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου,
  • καὶ Ἰσραὴλ οὐ προσέσχεν μοι·
  • καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιών
  • αὐτῶν,
  • πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
  • εἰ ὁ λαὸς ἤκουσέν μου Ἰσραήλ,
  • ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
  • ἐν τῷ μηδενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα,
  • καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.
  • οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ,
  • καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶναι·
  • καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ,
  • καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.