Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν,
  • ἀλαλάξατε τῷ θεῷ Ἰακώβ·
  • λάβετε ψαλμὸν καὶ δότε τύμπανον,
  • ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
  • σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι,
  • ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν,
  • ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστιν,
  • καὶ κρίμα τῷ θεῷ Ἰακώβ·
  • μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτόν,
  • ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου.
  • γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν,
  • ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ,
  • αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
  • ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρυσάμην σε·
  • ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος,
  • ἐδοκίμασά σε ἐπὶ ὕδατος Ἀντιλογίας. διάψαλμα.
  • ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραήλ, καὶ διαμαρτύρομαί
  • σοι.
  • ἐὰν ἀκούσῃς μου,