Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ψαλμὸς τῷ Δαυείδ, ὃν ἦσεν τῷ κυρίῳ
  • ὐπὲρ τῶν λόγων Χουσεὶ υίοῦ Ἰεμενεί.
  • Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα·
  • σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,
  • [*](13 ευλογεις] ευλογησεις U+05D0R | δικαιον] pr τον R* Stich 30 BU+05D0A 29 R U+05D0AR VI 1 om εν υμνοις A 3 με 2°] + κε U+05D0AR 8 πασι U+05D0 | εχθροις] χθρο ς sup ras A¹ 9—10 om της φωνης...Κυριος (3°) U+05D0* (hab U+05D0c.ᵃ) 10 εισηκουσεν] ηκουσεν U+05D0c.ᵃA 11 αισχυνθειησαν 1°] αισχυνθητωσαν R | ταραχθειησαν] εντραπετωσαν R | om σφοδρα 1° BcU+05D0c.a R | επιστραφειησαν] αποστραφειησαν (-φιησαν A) εις τα οπισω U+05D0A αποστραφητωσαν R | αισχυν- θειησαν 2°] καταισχυνθειησαν U+05D0c.a A (-θιησαν) καταισχυνθητωσαν R — Stich 21 BR 20 U+05D0A VII 1 ησεν] ηνεσεν Ra vid | Χουσι A | Ιεμενι A hiat R)
    218

  • μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου,
  • μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος.
  • Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο,
  • εἰ ἔστιν ἀδικία ἐν χερσίν μου,
  • εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά,
  • ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·
  • καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι,
  • καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου,
  • καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. διάψαλμα.
  • ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου,
  • ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου·
  • ἐξεγέρθητι, Κύριε ὁ θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω.
  • καὶ συναγωγὴ λαῶν κυκλώσει σε·
  • καὶ ὑπέρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
  • Κύριος κρινεῖ λαοὺς·
  • κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου
  • καὶ κατὰ τὴν ἀκακίαν μου ἐπʼ ἐμοί.
  • συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν,
  • καὶ κατευθυνεῖς δίκαιον·
  • ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός.
  • δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ
  • τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
  • ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος,
  • μὴ ὀργὴν ἐπάγων καθʼ ἑκάστην ἡμέραν.
  • ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει·
  • τὸ τόξον αὐτοῦ ἐνέτεινεν, καὶ ἡτοίμασεν αὐτό·
  • καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου,
  • τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
  • ἰδοὺ ὠδίνησεν ἀνομίαν,
  • συνέλαβεν πόνον καὶ ἔτεκεν ἀδικίαν·
  • [*](U+05D0AR)[*](3 μηντος B* (ο superscr Bᵃᵇ) 5 ανταπεδωκας A | ανταποδιδοσιν A | κακα] πονηρα R | αποπεσοιμι BᵃᵇU+05D0c.a R] αποπεσοιν B* vid U+05D0*A | κενος] καινος A 6 καταλαβοι] + αυτον R | καταπατησε, κατασκηνωσε U+05D0c.a (postea ipse forte del) καταπατησει, κατασκηνωσει Rvid 7 τοις περασιν A (οις ε retract Aᵇ) R | εχθρων μου] ν ου retract Ab εχθρ. σου R | εξεγερ- θητι] pr και U+05D0c.aA | om Κυριε U+05D0* (hab κε U+05D0¹) 9 με] μοι A | εμοι) εμε R 11 δικαιος R | του θεου] κυριου R 12 μη] pr ӄ U+05D0c.ᵃ (ras U+05D0c.ᵇ?) 13 εαν] ras aliq in ν B?) | στιλβωσν A 14 θανειν R 15 ανομιαν] αδικιαν U+05D0AR | συνελαβεν] συν sup ras Bᵃᵇ | αδικιαν] ανομιαν U+05D0AR)
    219

  • λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτόν,
  • [*](B)
  • καὶ ἐνπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο·
  • ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ,
  • καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.
  • ἐξομολογήσομαι Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ,
  • καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.