Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ὁ θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου;
ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων. καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ
ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σαωθησόμεθα.
ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. διάψαλμα. ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·
ὠδοποίησας ἔμπροσθεν αὐτῆς. καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.
ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ·
ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως θαλάσσης. καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς.
ἴνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ ὄυος ἄγριος κατενεμήσατο αὐτήν.
ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, ἐπίύκβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην·
καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.
ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. [*] (3 Bενιαμιν Τ | δυναστιαν U+05D0Τ 5 εως] ες R* | του δουλου] των δουλων U+05D0c.ᵃ Τ U+05D0ΑRT 7 εμυκτηρισαν] εμυκτηριζον U+05D0c.ᵃ U+05D0 om διαψαλμα U+05D0T 9 εξεβαλας T 10 οδοποιησας Τ | επλησθη η γη] επληρωσεν την γην U+05D0c.ᵃ Τ 12 σληματα | B* (κληματα Bᵃᵇ) | ποταμων U+05D0c.ᵃΑR 13 καθειλας R T (καθι.) | αυτην παντες οι παραπο sup ras et in mg Aa (om αυτην A*) 14 συς] υς U+05D0?ΑRT T | ονος] μεσονιος Bc μονιος U+05D0c.ᵃΑΤ μονος R* | κατενωμεσατο R 15 επιβλεψον] pr και U+05D0c.ᵃ (ras κ U+05D0c.b ) AT 16 εαυτω R (item 18) 17 ενπεπυρισμενη R) 322
[*] (B)
γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὁν ἐκραταίαοσας σεαυτῷ·
καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ· ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.
Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσαοπόν σου, καὶ σωθησόμεθα.